Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 7.41 Dem. 7.45 (English) >>Dem. 8.1

7.43καὶ τοῦτό γʼ ἀληθῆ λέγουσιν· ἔγραψε γάρ, καὶ ἐμοῦ γʼ αὐτὸν γραψαμένου παρανόμων γραφὴν ὑμεῖς ἀπεψηφίσασθε· τοιγάρτοι ἀμφισβητήσιμον ὑμῖν τὴν χώραν κατεσκεύακεν. ὁπότε δὲ περὶ τούτου τολμήσετε πρὸς Καρδιανοὺς διαδικάζεσθαι, εἴθʼ ὑμετέρα ἐστὶν εἴτʼ ἐκείνων χώρα, διὰ τί οὐ καὶ πρὸς τοὺς ἄλλους Χερρονησίτας τὸ αὐτὸ δίκαιον ἔσται; 7.44καὶ οὕτως ὑβριστικῶς ὑμῖν κέχρηται ὥστε φήσιν, ἂν μὴ θέλωσι διαδικάζεσθαι οἱ Καρδιανοί, αὐτὸς ἀναγκάσειν, ὡς ὑμῶν γʼ οὐκ ἂν δυναμένων οὐδὲν ἀναγκάσαι Καρδιανοὺς ὑμῖν ποιῆσαι· ἐπειδὴ δʼ ὑμεῖς οὐ δύνασθε, αὐτός φησι τοῦτʼ ἀναγκάσειν αὐτοὺς ποιῆσαι. ἆρʼ οὐ μεγάλα φαίνεται ὑμᾶς εὐεργετῶν; 7.45καὶ ταύτην τὴν ἐπιστολήν τινες εὖ ἔφασαν γεγράφθαι, οἳ πολὺ ἂν δικαιότερον ὑφʼ ὑμῶν Φίλιππος μισοῖντο. ἐκεῖνος μέν γʼ ἑαυτῷ κτώμενος δόξαν καὶ μεγάλʼ ἀγαθὰ ἅπαντα καθʼ ὑμῶν πράττει· ὅσοι δʼ Ἀθηναῖοι ὄντες μὴ τῇ πατρίδι, ἀλλὰ Φιλίππῳ εὔνοιαν ἐνδείκνυνται, προσήκει αὐτοὺς ὑφʼ ὑμῶν κακοὺς κακῶς ἀπολωλέναι, εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.

7.46ὑπόλοιπόν μοί ἐστιν ἔτι πρὸς ταύτην τὴν ἐπιστολὴν τὴν εὖ ἔχουσαν καὶ τοὺς λόγους τῶν πρέσβεων γράψαι τὴν ἀπόκρισιν, ἣν ἡγοῦμαι δικαίαν τʼ εἶναι καὶ συμφέρουσαν ὑμῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 7.41 Dem. 7.45 (English) >>Dem. 8.1

Powered by PhiloLogic